Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.251 Joseph. AJ 20.256 (English) >>Joseph. AJ 20.262

20.254ἐκεῖνος μὲν γὰρ ἐπεκρύπτετο τὴν πονηρίαν καὶ τοῦ μὴ παντάπασιν κατάφωρος εἶναι προυνόει, Γέσσιος δὲ Φλῶρος καθάπερ εἰς ἐπίδειξιν πονηρίας πεμφθεὶς τὰς εἰς τὸ ἔθνος ἡμῶν παρανομίας ἐπόμπευεν, μήτε ἁρπαγῆς παραλιπὼν μηδένα τρόπον μήτε ἀδίκου κολάσεως· 20.255ἦν γὰρ ἄτεγκτος μὲν πρὸς ἔλεον, παντὸς δὲ κέρδους ἄπληστος, γε μηδὲ τὰ πλεῖστα τῶν ὀλίγων διέφερεν, ἀλλὰ καὶ λῃσταῖς ἐκοινώνησεν· ἀδεῶς γὰρ οἱ πολλοὶ τοῦτʼ ἔπραττον ἐχέγγυον παρʼ ἐκείνου τὴν σωτηρίαν ἐπὶ τοῖς μέρεσιν ἔχειν πεπιστευκότες. 20.256καὶ τοῦτο μέτριον οὐκ ἦν. ἀλλʼ οἱ δυστυχεῖς Ἰουδαῖοι μὴ δυνάμενοι τὰς ὑπὸ τῶν λῃστῶν γινομένας πορθήσεις ὑπομένειν ἠναγκάζοντο τῶν ἰδίων ἠθῶν ἐξανιστάμενοι φεύγειν ἅπαντες, ὡς κρεῖττον ὁπουδήποτε παρὰ τοῖς ἀλλοφύλοις κατοικήσοντες. 20.257καὶ τί δεῖ πλείω λέγειν; τὸν γὰρ πρὸς Ῥωμαίους πόλεμον καταναγκάσας ἡμᾶς ἄρασθαι Φλῶρος ἦν κρεῖττον ἡγουμένους ἀθρόως κατʼ ὀλίγον ἀπολέσθαι. καὶ δὴ τὴν ἀρχὴν ἔλαβεν πόλεμος δευτέρῳ μὲν ἔτει τῆς ἐπιτροπῆς Φλώρου, δωδεκάτῳ δὲ τῆς Νέρωνος ἀρχῆς. 20.258ἀλλʼ ὅσα μὲν δρᾶν ἠναγκάσθημεν παθεῖν ὑπεμείναμεν, ἀκριβῶς γνῶναι πάρεστιν τοῖς βουλομένοις ἐντυχεῖν ταῖς ὑπʼ ἐμοῦ περὶ τοῦ Ἰουδαϊκοῦ πολέμου βίβλοις γεγραμμέναις. 20.259

Παύσεται δʼ ἐνταῦθά μοι τὰ τῆς ἀρχαιολογίας μεθʼ ἣν καὶ τὸν πόλεμον ἠρξάμην γράφειν. περιέχει δʼ αὕτη τὴν ἀπὸ πρώτης γενέσεως ἀνθρώπου παράδοσιν μέχρι ἔτους δωδεκάτου τῆς Νέρωνος ἡγεμονίας τῶν ἡμῖν συμβεβηκότων τοῖς Ἰουδαίοις κατά τε τὴν Αἴγυπτον καὶ Συρίαν καὶ Παλαιστίνην,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.251 Joseph. AJ 20.256 (English) >>Joseph. AJ 20.262

Powered by PhiloLogic